Ancient Greek
56.1 to 56.2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 56.1-2
Not analysed yet
Ταῦτα μέν σοι παρ’ ἡμῶν δι’ ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας ἀνατεθείσθω, ὦ φιλόχριστε ἄνθρωπε. σὺ δὲ τὴν πρόφασιν ἐκ τούτων λαβών, εἰ ἐντυγχάνοις τοῖς τῶν γραφῶν γράμμασι, γνησίως αὐτοῖς ἐφιστάνων τὸν νοῦν, γνώσῃ παρ’ αὐτῶν τελειότερον μὲν καὶ τρανότερον τῶν λεχθέντων τὴν ἀκρίβειαν. Ἐκεῖναι μὲν γὰρ διὰ θεολόγων ἀνδρῶν παρὰ Θεοῦ λαλήθησαν καὶ ἐγράφησαν. ἡμεῖς δὲ παρὰ τῶν αὐταῖς ἐντυγχανόντων θεοπνεύστων διδασκάλων, οἵ καὶ μάρτυρες τῆς Χριστοῦ θεότητος γεγόνασι, μαθόντες μεταδίδομεν καὶ τῇ σῇ φιλομαθεία.