Ancient Greek
56.4 to 56.5
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 56.4-5
Not analysed yet
Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριός φησι· λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν Υίὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἐν τῇ δόξῃ τοῦ Πατρός. Διὸ δὴ καὶ σωτήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέραν καὶ λέγων· γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδατε ἔρχεται. κατὰ γὰρ τὸν μακάριον Παῦλον, τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος, πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.