Ancient Greek
57.1 to 57.2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 57.1-2
Not analysed yet
Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι’ αὐτῆς ὁδεύσας ὁ νοῦς, τυχεῖν ὧν ὀρέγεται καὶ καταλαβεῖν δυνηθῇ, καθ’ ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρώπων φύσει περὶ τοῦ Θεοῦ Λόγου μανθάνειν. Ἄνευ γὰρ καθαρᾶς διανοίας, καὶ τῆς πρὸς τοὺς ἁγίους τοῦ βίου μιμήσεως, οὐκ ἄν τις καταλαβεῖν δυνηθείη τοὺς τῶν ἁγίων λόγους.