Ancient Greek
77.6
Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.] 77.6
Unproofread scanNot analysed yet
ἐμοῦ. »παλιγεννεσθαι τὸ σημαίνον. Ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδυσωμένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. Καὶ ὡσπερ ἡ Κυριακὴ ἀρχὴ τῆς κτίσεως ἐστι, καὶ παύει τὸ Σάββατον· οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ἔπαυσεν τὴν περιτομὴν. Ἀμφοτέρα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. Διὰ τοῦτο ἡ ὀγδὴ τοῦ Σαββάτου ἔλυσεν, καὶ οὐ τὸ Σάββατον τὴν ὀγδόην. Ἐν μὲν γὰρ Σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος· ἐν δὲ τῷ Σαββάτῳ οὐκ ἤργει ἡ (19) περιτομή. Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυσεν τὴν πρώτην.