Ancient Greek · ~2 min
Chapter 10
Athanasius Alexandrinus, De sententia Dionysii 10.2
Not analysed yet
ταῦτα γὰρ αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἔγνωμεν γράψαντα· καὶ γὰρ κἀκεῖ ταῦτα γράφων ἐμνημόνευσε τῶν ἀνθρωπίνων τοῦ κυρίου. ὥσπερ γὰρ ἐν μορφῇ θεοῦ ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς ,οὕτως ὄντων ὑψηλῶν καὶ πλουσίων τῶν περὶ τῆς θεότητος αὐτοῦ λόγων εἰσὶ καὶ αἱ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ταπειναὶ καὶ πτωχαὶ λέξεις.