Ancient Greek · ~2 min
Chapter 10
Athanasius Alexandrinus, De sententia Dionysii 10.1
Not analysed yet
Ταῦτα καὶ Διονύσιος διδάσκων ἐν μὲν τῇ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολῇ περὶ τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ σωτῆρος διὰ Σαβέλλιον ἔγραψεν (ἀνθρωπίνως γάρ ἐστιν εἰρημένα περὶ αὐτοῦ τὸ ἐγὼ ἡ ἄμπελος, ὁ πατὴρ ὁ γεωργὸς καὶ τὸ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν καὶ τὸ ἔκτισε καὶ τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ),οὐκ ἠγνόει δὲ τὸ ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ τὸ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα .