Ancient Greek · ~3 min
Chapter 10
Athanasius Alexandrinus, De sententia Dionysii 10.5
Not analysed yet
ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου . καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως καὶ ἡμεῖς ὁμογενῆ τὰ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ τὴν σωτηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ ἀνθρώπινον τοῦ σωτῆρος, καὶ αὐτὸς δι’ αὐτοῦ τοῦ λόγου τὴν εἰς βασιλείαν ὁδὸν ἡμῖν ἡτοίμασε, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν κύριον, εἰ μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσει πρὸς αὐτόν .