Ancient Greek · ~2 min
Chapter 11
Athanasius Alexandrinus, De sententia Dionysii 11.1
Not analysed yet
Ταύτην δὲ τοῦ ῥητοῦ τὴν ἑρμηνείαν ἔχοντος ἀνάγκη περὶ τῆς οὕτως λεγομένης ἀμπέλου γράφεσθαι πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν ,καὶ τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων καὶ τὸ ἔκτισεν . ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ ἐκτίσθαι καὶ πεποιῆσθαι καὶ γεγενῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμόζουσιν αἱ τοιαῦται λέξεις· ἄλλως τε οὐ μετὰ τὸ σῶμα γέγονε κρείττων τῶν ἀγγέλων, ἵνα μὴ τὸ πρὶν ἐλάττων ἢ ἴσος αὐτῶν φαίνηται.