Ancient Greek · ~2 min
15.1 to 15.2
Athanasius Alexandrinus, De sententia Dionysii 15.1-2
Not analysed yet
Οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ. καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς· ἀεὶ τὸν Χριστὸν εἶναι, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν, οὐ γὰρ δὴ τούτων ἄγονος ὢν ὁ θεὸς εἶτα ἐπαιδοποιήσατο, ἀλλ’ ὅτι μὴ παρ’ ἑαυτοῦ ὁ υἱὸς ἀλλ’ ἐκ τοῦ πατρὸς ἔχει τὸ εἶναι . καὶ μετ’ ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· ἀπαύγασμα δὲ ὢν φωτὸς ἀιδίου πάντως καὶ αὐτὸς ἀίδιός ἐστιν. ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον εἶναι.