Ancient Greek · ~2 min
Chapter 15
Athanasius Alexandrinus, De sententia Dionysii 15.3
Not analysed yet
πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ὁ ἥλιος, ἄπαυστος ἂν ἦν καὶ ἡ ἡμέρα, νῦν δέ (οὐ γάρ ἐστιν) ἀρξαμένου τε ἤρξατο καὶ παυομένου παύεται. ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε. οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν ἡ λέγουσα σοφία ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ.