Ancient Greek · ~3 min
15.4 to 15.6
Athanasius Alexandrinus, De sententia Dionysii 15.4-6
Not analysed yet
καὶ αὖθις ἐπάγει μετ’ ὀλίγα περὶ τοῦ αὐτοῦ λέγων· ὄντος οὖν αἰωνίου τοῦ πατρὸς αἰώνιος ὁ υἱός ἐστι, φῶς ἐκ φωτὸς ὤν· ὄντος γὰρ γονέως ἔστι καὶ τέκνον. εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι δύναται γονεύς; ἀλλ’ εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί. εἶτα πάλιν προστίθησι ταῦτα· φωτὸς μὲν οὖν ὄντος τοῦ θεοῦ ὁ Χριστός ἐστιν ἀπαύγασμα. πνεύματος δὲ ὄντος (πνεῦμα γάρ, φησίν, ὁ θεός ),ἀναλόγως πάλιν ὁ Χριστὸς ἀτμὶς λέλεκται· ἀτμὶς γάρ, φησίν, ἐστὶ τῆς τοῦ θεοῦ δυνάμεως . καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί· μόνος δὲ ὁ υἱὸς ἀεὶ συνὼν τῷ πατρὶ καὶ τοῦ ὄντος πληρούμενος καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ πατρός.