Ancient Greek
Chapter 18
Athanasius Alexandrinus, De sententia Dionysii 18.2
Not analysed yet
εἶτα τοῖς ἱκνουμένοις καὶ προσφυεστέροις ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων ποικίλα προσεξευρὼν τεκμήρια, ἅπερ καὶ σοὶ δι’ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα, κατ’ ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι μηδ’ ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα.