Ancient Greek · ~3 min
Chapter 18
Athanasius Alexandrinus, De sententia Dionysii 18.3
Not analysed yet
καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ’ οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ.