Ancient Greek · ~3 min
Chapter 19
Athanasius Alexandrinus, De sententia Dionysii 19.1
Not analysed yet
Τίς τούτων ἀκούων οὐ μανίας λοιπὸν καταψηφίσεται τῶν ὑπονοούντων Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ διὰ τούτων φανερῶς πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ οὐκ ἦν πρὶν γεννηθῇ καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν ἀναιρεῖ τῷ τοῦ ἀπαυγάσματος λόγῳ καὶ λέγων, ὅτι τούτου ὁ πατὴρ οὐκ ἦν ποτε ἄγονος, τὸ δὲ ἐξ οὐκ ὄντων αὐτῶν ἀναιρεῖ ἐν τῷ λέγειν, τὸν λόγον εἶναι ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ βλαστὸν ἀπὸ ῥίζης καὶ τέκνον ἀπὸ γονέως καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς· καὶ τὸ μὲν ἀποσχοινίζειν καὶ διαιρεῖν αὐτοὺς τὸν λόγον ἀπὸ τοῦ θεοῦ διαβάλλει λέγων αὐτὸς ἀδιαίρετον καὶ ἀμείωτον τὴν τριάδα εἰς μονάδα συγκεφαλαιοῦσθαι, τὸ δὲ λέγειν αὐτοὺς ἀλλότριον εἶναι τὸν υἱὸν τῆς τοῦ πατρὸς οὐσίας ἄντικρυς πατεῖ λέγων ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱόν.