Ancient Greek · ~2 min
18.4 to 18.5
Athanasius Alexandrinus, De sententia Dionysii 18.4-5
Not analysed yet
ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα μηδὲ ὁρᾶν γεγραμμένα, ἀλλ’ οἱονεὶ τυφλώττειν ὑποκρίνονται· τοῖς δὲ δυσὶ ῥηματίοις ἀσυνθέτοις καθάπερ λίθοις μακρόθεν ἐπιχειροῦσίν με βάλλειν ἀγνοοῦντες ὡς τῶν ἀγνοουμένων καὶ προσαγωγῆς εἰς ἐπίγνωσιν δεομένων οὐ μόνον ἀλλοῖα πολλάκις, ἀλλὰ καὶ ὑπεναντία τεκμήρια γίνεται τῶν ἐπιζητουμένων δηλώματα. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ φησί· ζωὴ ἐκ ζωῆς ἐγεννήθη καὶ ὥσπερ ποταμὸς ἀπὸ πηγῆς ἔρρευσε καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη.