Ancient Greek · ~2 min
Chapter 20
Athanasius Alexandrinus, De sententia Dionysii 20.2
Not analysed yet
ὁ δὲ τοῦτο λέγων δείκνυσιν ἀληθέστερον εἶναι τὸ λέγειν ἀίδιον καὶ ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἤπερ γενητόν. ἐκ τούτου μὲν γὰρ τὸ σωματικὸν τοῦ κυρίου σημαίνεται, ἐξ ἐκείνων δὲ τὸ ἀίδιον τῆς θεότητος αὐτοῦ. ἐν τούτοις γοῦν καὶ ἠλέγχθαι παρ’ αὐτοῦ τοὺς ἐγκαλέσαντας, ὡς μὴ λέγοντος αὐτοῦ ὁμοούσιον τοῦ πατρός, διαβεβαιοῦται οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φρονήσεως καὶ ἀποδείξεως ἀληθοῦς λέγων· εἰ καὶ μὴ τὴν λέξιν ταύτην εὗρον ἐν ταῖς γραφαῖς, ἀλλ’ ἐξ αὐτῶν τῶν γραφῶν τὸν νοῦν συναγαγών, ἔγνων ὅτι υἱὸς ὢν καὶ λόγος οὐ ξένος ἂν εἴη τῆς οὐσίας τοῦ πατρός.