Ancient Greek · ~3 min
Chapter 20
Athanasius Alexandrinus, De sententia Dionysii 20.3
Not analysed yet
ὅτι γὰρ οὐ κτίσμα οὐδὲ ποίημα φρονεῖ τὸν υἱὸν εἶναι (καὶ γὰρ καὶ ἐν τούτῳ τεθρυλήκασιν αὐτόν), οὕτως ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· ἐὰν δέ τις τῶν συκοφαντῶν, ἐπειδὴ τῶν ἁπάντων ποιητὴν τὸν θεὸν καὶ δημιουργὸν εἶπον, οἴηταί με καὶ τοῦ Χριστοῦ λέγειν, ἀκουσάτω μου πρότερον πατέρα φήσαντος αὐτόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. μετὰ γὰρ τὸ εἰπεῖν πατέρα ποιητὴν ἐπαγήοχα· καὶ οὔτε πατήρ ἐστιν ὢν ποιητής, εἰ κυρίως ὁ γεννήσας πατὴρ ἀκούοιτο (τὴν γὰρ πλατύτητα τῆς τοῦ πατρὸς προσηγορίας ἐν τοῖς ἑξῆς ἐπεξεργασόμεθα), οὔτε ποιητὴς ὁ πατήρ, εἰ μόνος ὁ χειροτέχνης ποιητὴς λέγοιτο. παρ’ Ἕλλησι γὰρ ποιηταὶ καὶ τῶν ἰδίων καλοῦνται λόγων οἱ σοφοί· καὶ ποιητὰς ὁ ἀπόστολος εἶπε νόμου· καὶ τῶν ἐγκαρδίων γὰρ ἀρετῆς ἢ κακίας ποιηταὶ καθίστανται, ὡς εἶπεν ὁ θεός· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν .