Ancient Greek · ~3 min
Chapter 21
Athanasius Alexandrinus, De sententia Dionysii 21.3
Not analysed yet
εἰ δὲ καὶ περὶ τοῦ λόγου τις ὑπονοήσοι τοῦτο λελέχθαι, καὶ οὕτως ἔπρεπεν αὐτοὺς ἀφιλονείκως ἀκοῦσαι· ὡς γὰρ οὐ ποίημα φρονῶ τὸν λόγον, καὶ οὐ ποιητὴν ἀλλὰ πατέρα τὸν θεὸν αὐτοῦ λέγω. κἂν ἐξ ἐπιδρομῆς εἴπω ποιητὴν τὸν θεὸν διηγούμενος περὶ τοῦ υἱοῦ, ἀλλὰ καὶ οὕτως ἀπολογήσασθαι δυνατόν. ποιητὰς γὰρ τῶν ἰδίων λόγων Ἑλλήνων μὲν οἱ σοφοί φασι καίτοι πατέρας ἑαυτοὺς ὄντας τῶν ἰδίων λόγων. ἡ δὲ θεία γραφὴ καὶ τῶν ἀπὸ καρδίας κινημάτων ποιητὰς ἡμᾶς διαγορεύει, ποιητὰς νόμου καὶ κρίσεως καὶ δικαιοσύνης λέγουσα. ὥστε πανταχόθεν τὸν μὲν υἱὸν μὴ εἶναι κτίσμα μηδὲ ποίημα, ἑαυτὸν δὲ ἀλλότριον τῆς ἀρειανῆς κακοδοξίας ἀποδείκνυσι.