Ancient Greek · ~2 min
Chapter 22
Athanasius Alexandrinus, De sententia Dionysii 22.1
Not analysed yet
Μὴ γὰρ δή τις Ἀρειανὸς μηδὲ ἐν τούτῳ ὑπονοείτω κατ’ αὐτοῦ ὡς οὕτως λέγοντος· σύνεστιν ὁ υἱὸς τῷ πατρί, ὡς τὰ μὲν ὀνόματα συνῆφθαι ἀλλήλοις, τὰ δὲ πράγματα πλεῖστον ἀλλήλων διεστάναι, καὶ μὴ ἀεὶ μὲν συνεῖναι τὸν υἱὸν τῷ πατρί, ἀφ’ οὗ δὲ γέγονεν ὁ υἱός, ἐξ ἐκείνου καὶ πατέρα τὸν θεὸν εἰρῆσθαι καὶ λοιπὸν αὐτῷ συνεῖναι, ὥσπερ καὶ ἐπ’ ἀνθρώπων τοῦτο γίνεται. ἀλλ’ ἐνθυμείσθω καὶ μνημονευέτω τῶν προειρημένων καὶ ὄψεται Διονυσίου τὴν πίστιν ὀρθήν.