Ancient Greek · ~2 min
Chapter 27
Athanasius Alexandrinus, De sententia Dionysii 27.4
Not analysed yet
ἀλλ’ οὐδεὶς αὐτοῖς ἔτι πιστεύσει, κἂν βιάσωνται συκοφαντεῖν. κατεγνώσθη γὰρ ἡ αἵρεσις παρὰ πᾶσιν, εἰ μὴ ἄρα περὶ τοῦ διαβόλου λοιπὸν φθέγξονται· αὐτὸς γὰρ μόνος ἐστὶν αὐτοῖς σύμφωνος, μᾶλλον δὲ αὐτός ἐστιν αὐτοῖς ὁ καὶ τὴν αἵρεσιν ὑποβάλλων. τίς οὖν ἔτι τούτους, ὧν ὁ διάβολός ἐστι καθηγεμών, Χριστιανοὺς ὀνομάσειε καὶ μὴ μᾶλλον διαβολικούς; ἵνα μὴ μόνον χριστομάχοι ἀλλὰ καὶ διαβολικοὶ καλῶνται, εἰ μὴ ἄρα μεταβάλωνται καὶ ἣν μὲν ἐπενόησαν ἀσέβειαν ἀρνήσωνται, τὴν δὲ ἀλήθειαν ἐπιγνῶσι. τοῦτο γὰρ αὐτοὺς μὲν ὠφελήσει, ἡμᾶς δὲ πρέπει περὶ πάντων τῶν πεπλανημένων οὕτως εὔχεσθαι.