Ancient Greek · ~2 min
27.2 to 27.3
Athanasius Alexandrinus, De sententia Dionysii 27.2-3
Not analysed yet
ἂν δὲ διδαχθῶσιν καὶ οὗτοι περὶ τῆς θεότητος, καταγνώσονται μὲν τῆς ἑαυτῶν κακονοίας, εὐκολώτερον δὲ μαθόντες, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, διακρινοῦσι λοιπὸν καὶ οὗτοι τὰ ἀνθρώπινα καὶ τὰ τῇ θεότητι ἁρμόζοντα. τούτων δὲ οὕτως ἐχόντων καὶ Διονυσίου τοῦ ἐπισκόπου δειχθέντος ἐξ ὧν ἔγραψεν εὐσεβοῦς, τί ποιήσουσι λοιπὸν οἱ Ἀρειομανῖται; τίνος ἄρα πάλιν ἐλεγχθέντες ἀπὸ τούτων καταψεύσονται; ἀνάγκη γὰρ αὐτοὺς ἐκπεσόντας ἀπὸ τοῦ θεμελίου τῶν ἀποστόλων καὶ εὐσάλευτον ἔχοντας τὴν διάνοιαν ζητεῖν ἔρεισμα καὶ μὴ εὑρίσκοντας καταψεύδεσθαι λοιπὸν τῶν πατέρων.