Ancient Greek · ~2 min
Chapter 3
Athanasius Alexandrinus, De sententia Dionysii 3.2
Not analysed yet
ἴσως δὲ τῆς τοιαύτης πανουργίας οὐ θελήσουσιν ἀποστῆναί ποτε· καὶ γὰρ καὶ τοῦτο τῶν περὶ Καιάφαν ἐζήλωσαν, ὥσπερ καὶ τὸ ἀρνεῖσθαι τὸν Χριστὸν παρ’ αὐτῶν μεμαθήκασι. καὶ γὰρ κἀκεῖνοι τοσαῦτα τοῦ κυρίου πεποιηκότος ἔργα, δι’ ὧν ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ἐλεγχόμενοί τε παρ’ αὐτοῦ πάντα παρὰ τὰς γραφὰς λοιπὸν καὶ φρονοῦντες καὶ λέγοντες καὶ μὴ δυνάμενοι κἂν πρὸς τὸ βραχὺ πρὸς τοὺς κατ’ αὐτῶν ἐλέγχους ἀντιβλέπειν, εἰς τὸν πατριάρχην κατέφυγον λέγοντες· ἡμεῖς πατέρα ἔχομεν τὸν Ἁβραάμ ,καὶ νομίζοντες ἐν τούτῳ δύνασθαι τὴν ἀλογίαν