Ancient Greek · ~2 min
Chapter 3
Athanasius Alexandrinus, De sententia Dionysii 3.3
Not analysed yet
αὐτῶν ἐπικαλύπτειν. ἀλλ’ οὔτε ἐκεῖνοι τοῦτο λέγοντες ὤνησάν τι οὔτε οὗτοι Διονύσιον ὀνομάζοντες φυγεῖν τὴν ὁμοίαν ἐκείνοις αἰτίαν δυνήσονται. καὶ γὰρ κἀκείνους ἐφ’ οἷς παρηνόμουν ἤλεγξεν ὁ κύριος λέγων· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε ,καὶ τούτους ἀσεβοῦντας καὶ ψευδομένους ἡ αὐτὴ πάλιν ἀλήθεια διελέγξει, ὅτι τὰ Ἀρείου Διονύσιος ὁ ἐπίσκοπος οὔτ’ ἐφρόνησεν οὔτε τὴν ἀλήθειαν ἠγνόησεν. ἀλλὰ καὶ οἱ τότε Ἰουδαῖοι καὶ οἱ νέοι νῦν παρὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου τὴν χριστομάχον ἐκληρώσαντο μανίαν.