Ancient Greek · ~3 min
4.2 to 4.3
Athanasius Alexandrinus, De sententia Dionysii 4.2-3
Not analysed yet
φασὶ τοίνυν ἐν ἐπιστολῇ τὸν μακάριον Διονύσιον εἰρηκέναι, ποίημα καὶ γενητὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ’ οὐσίαν αὐτὸν εἶναι τοῦ πατρός, ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον καὶ ὁ ναυπηγὸς πρὸς τὸ σκάφος· καὶ γὰρ ὡς ποίημα ὢν οὐκ ἦν πρὶν γένηται. ναὶ ἔγραψεν, ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ. ἀλλ’ ὥσπερ ταύτην ἔγραψεν, οὕτως καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε καὶ ἔδει καὶ ταύταις ἐντυχεῖν αὐτούς, ἵνα ἐκ πασῶν καὶ μὴ μόνης ἐκ τῆς μιᾶς ἡ πίστις δειχθῇ τοῦ ἀνδρός· καὶ γὰρ καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος οὐκ ἐκ μιᾶς ἀλλ’ ἐκ πασῶν ἡ τούτου τέχνη κρίνεται.