Ancient Greek · ~2 min
Chapter 4
Athanasius Alexandrinus, De sententia Dionysii 4.1
Not analysed yet
Καὶ ἤρκει μὲν ταῦτα πρὸς πᾶσαν κατάγνωσιν τῶν νέων Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀρνουμένων καὶ τοὺς πατέρας διαβαλλόντων καὶ πάντας Χριστιανοὺς ἐπιχειρούντων ἀπατᾶν. ἐπειδὴ δὲ προφάσεις ἔχειν νομίζουσι τῆς εἰς τὸν ἐπίσκοπον διαβολῆς μέρη τινὰ ἐπιστολῆς αὐτοῦ, φέρε καὶ ταύτας ἴδωμεν, ἵνα καὶ ἐκ τούτων αὐτῶν ἡ ματαιολογία δειχθῇ καὶ παύσωνται μὲν κἂν ὀψέ ποτε βλασφημοῦντες παρ’ ἑαυτοῖς τὸν κύριον, ὁμολογήσωσι δὲ κἂν μετὰ τῶν στρατιωτῶν βλέποντες μαρτυροῦσαν τὴν κτίσιν, ὅτι ἀληθῶς οὗτος ὁ υἱὸς τοῦ θεοῦ ἐστι καὶ οὐκ ἔστι τῶν κτισμάτων.