Ancient Greek · ~2 min
Chapter 6
Athanasius Alexandrinus, De sententia Dionysii 6.3
Not analysed yet
οὐ δεῖ δὲ τὰ κατ’ οἰκονομίαν γραφόμενα καὶ γινόμενα ταῦτα κακοτρόπως δέχεσθαι καὶ εἰς τὴν ἰδίαν ἕλκειν ἕκαστον βούλησιν. καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κατάλληλα ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγιείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν, ἕως ἂν αὐτοὺς εἰς τὴν ὁδὸν τῆς τελειότητος μεταγάγῃ.