Ancient Greek · ~3 min
Chapter 7
Athanasius Alexandrinus, De sententia Dionysii 7.1
Not analysed yet
Εἰ δὲ ὅτι μόνον ἔγραψεν οὕτως ὁ μακαρίτης, αἰτιῶνται αὐτόν (αἱ γὰρ τῶν Ἀρειανῶν ὑπὲρ αὐτοῦ προφάσεις αἰτίαι κατ’ αὐτοῦ τυγχάνουσι), τί ποιήσουσιν ἀκούοντες καὶ τῶν μεγάλων καὶ μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσι, τοῦ μὲν Πέτρου λέγοντος· ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν, καθὼς οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε ,καὶ πάλιν· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής·