Ancient Greek · ~1 min
Chapter 8
Athanasius Alexandrinus, De sententia Dionysii 8.3
Not analysed yet
ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν τὸν Χριστὸν εὐθὺς συνῆπτεν· οὗτος ἀρχηγὸς τῆς ζωῆς ἐστιν ,ἐν δὲ τῷ εὐαγγελίῳ ὁμολογεῖ· σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ,ἐν δὲ τῇ ἐπιστολῇ φησιν αὐτὸν ἐπίσκοπον ψυχῶν καὶ κύριον ἑαυτοῦ τε καὶ ἀγγέλων καὶ δυνάμεων εἶναι.