Ancient Greek · ~2 min
Chapter 8
Athanasius Alexandrinus, De sententia Dionysii 8.4
Not analysed yet
πάλιν τε Παῦλος ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαυὶδ εἶναι τὸν Χριστόν, οὗτος ἐπέστελλεν Ἑβραίοις μέν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ,Φιλιππησίοις δέ· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ. τὸ δὲ λέγειν ἀρχηγὸν τῆς ζωῆς καὶ υἱὸν τοῦ θεοῦ καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ ἴσα θεῷ καὶ κύριον καὶ ἐπίσκοπον ψυχῶν τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι λόγος ἦν θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ ἔστιν ἀδιαίρετος τοῦ πατρός, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;