Ancient Greek · ~2 min
Chapter 9
Athanasius Alexandrinus, De sententia Dionysii 9.2
Not analysed yet
ἐν γοῦν ταῖς ἐπιστολαῖς τῆς ἀπολογίας τοιαῦτα λέγων παρρησιάζεται ἐν τῇ πίστει καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ. ὥσπερ οὖν οὐ κατηγορητέοι οἱ ἀπόστολοι διὰ τὰ ἀνθρώπινα ῥήματα περὶ τοῦ κυρίου (καὶ γὰρ ἄνθρωπος γέγονεν ὁ κύριος), ἀλλὰ καὶ μᾶλλον θαύματος ἄξιοι διὰ τὴν οἰκονομίαν καὶ τὴν ἐν καιρῷ διδασκαλίαν, οὕτως οὐκ Ἀρειανὸς ὁ Διονύσιος διὰ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον κατὰ Σαβελλίου ἐπιστολήν. εἰ γὰρ καὶ ταπεινοῖς ἐχρήσατο λόγοις καὶ παραδείγμασιν, ἀλλ’ ἐκ τῶν εὐαγγελίων ἐστὶ καὶ ταῦτα, καὶ πρόφασιν ἔχει τούτων τὴν τοῦ σωτῆρος ἔνσαρκον παρουσίαν, δι’ ἣν καὶ ταῦτα καὶ τὰ ὅμοια γέγραπται.