Ancient Greek · ~2 min
Chapter 9
Athanasius Alexandrinus, De sententia Dionysii 9.3
Not analysed yet
καὶ γὰρ ὥσπερ λόγος ἐστὶ τοῦ θεοῦ, οὕτως μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο ,καὶ ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος ,ἡ δὲ παρθένος ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν γαστρὶ ἔσχε καὶ γέγονεν ὁ κύριος ἄνθρωπος. καὶ εἷς μέν ἐστιν ὁ ἐξ ἀμφοτέρων σημαινόμενος (ὁ γὰρ λόγος σὰρξ ἐγένετο ),τὰ δὲ περὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἐνανθρωπήσεως εἰρημένα ῥήματα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν.