Ancient Greek
Volume 28
Athanasius Alexandrinus, De trinitate [Sp.] 28.1604
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ (ΑΘΑΝΑΣΙΟΥ) Μίαν φύσιν δόξατε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὴν θεότητα, καὶ τρεῖς ταύτας τὰς ὑποστάσεις, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον, καθὼς καὶ βεβαπτίσμεθα. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Μίαν μὲν φύσιν, ὅτι τὸ πλείους δοξάζειν καὶ κατατέμνειν εἰς πολλοὺς θεοὺς τὴν μίαν θεότητα τῶν Ἑλλήνων ἐστί· τρεῖς δὲ ὑποστάσεις, ἤτουν πρόσωπα, ἵνα μὴ σχῇ χώραν τῶν Ἰουδαίων ἡ δόξα, καὶ ἵνα μὴ ἄγονος ᾖ καὶ ἄλογος ὁ Πατὴρ, ἐξ οὗ πᾶσα πατριά· καὶ ὁ Λόγος τοῦ ἡμετέρου λόγου ἐνδεέστερος, μὴ ἔχων Πνεῦμα· καὶ ἵνα τὸ τέλειον ᾖ ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι. Καὶ γὰρ τὴν εἰκόνα τοῦ ἐν ἡμῖν νοῦ, λόγου τε καὶ πνεύματος, Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα. Πνεῦμα δὲ ἀκούων, ἅγιον ἐνυπόστατον νόει. Ἡμῶν μὲν φθαρτῶν ὄντων, καὶ τὸ πνεῦμα λυόμενον· τοῦ δὲ ἀθανάτου πάντως τὸ πνεῦμα ἀθάνατον, ὡς οὐσία τις ἐνυπόστατος. Μία οὖν ἐστι τῶν τριῶν ὑποστάσεων φύσις, ἡ θεότης, καὶ μία θέλησις, καὶ μία ἐνέργεια, μία δύναμις, ἓν βούλημά τε καὶ κίνημα, καὶ ἔξαλμα τῆς λαμπρότητος τῶν τριῶν. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα, εἷς τὰ τρία· Θεὸς τέλειος ὁ Πατὴρ, τέλειος ὁ Υἱὸς, τέλειος τὸ Πνεῦμα τὸ ἅγιον· τῆς αὐτῆς τιμῆς, τῆς αὐτῆς ἐξουσίας. Δημιουργὰ τῶν ὄντων ἁπάντων, καὶ συνεκτικὰ, καὶ προνοητικὰ, ὁμοίως πάντα τοῖς τρισὶ, καὶ ἀπαραλλάκτως καὶ ταὐτῶς, ὅσα τοῦ εἶναι, καὶ ὅσα τοῦ τι μὴ εἶναι, καὶ ὅσα τοῦ πῶς ἔχει πρὸς τὰ κτιστὰ, καὶ ὅσα τῆς ἐνεργείας, καὶ ὅσα τῆς δυνάμεως, ὅσα τῆς ἀϊδιότητος, καὶ ὅσα καθ' ὑπεροχὴν, ἢ κατ' αἰτίαν εἶναι λέγεται. Οἷον τὸ εἶναι ταυτὸν, τὸ ἀσώματον εἶναι τὸν ἀκατάληπτον, τὸ βασιλεύειν, τὸ δημιουργεῖν, τὸ θεοῦν, τὸ δύνασθαι, τὸ ἀΐδιον εἶναι,