Ancient Greek
Volume 28
Athanasius Alexandrinus, De trinitate [Sp.] 28.1605
Not analysed yet
τὸ ἀρχὴν εἶναι ὑπεράρχιον, τὸ οὐσίαν εἶναι ὑπερούσιον, τὸ φῶς λέγεσθαι. Τὸ δὲ σκότος τὰ συμβολικῶς λεγόμενα, οἷον θυμοῦσθαι καὶ ὀργίζεσθαι, ὑπνοῦν καὶ ἐγρηγορέναι. Ταῦτα πάντα τῇ μιᾷ φύσει προσαρμόζοντες, οὐκ ἐκ τῶν κατ' αὐτὴν δηλοῦμεν, ἢ νοοῦμεν αὐτὴν, ἀλλ' ἐκ τῶν περὶ αὐτήν. Μίαν δ' οὖν τὴν φύσιν εἰδότες τῶν τριῶν ὑποστάσεων, οὐδενὶ τῶν ἄλλων διαφερουσῶν ἢ ταῖς ἰδιότησι ταύταις, τὸ γεννᾷν λέγω καὶ τὸ γεννᾶσθαι, καὶ τὸ ἐκπορεύεσθαι, καὶ ὅτι τὸ μὲν Πατὴρ, τὸ δὲ Υἱὸς, τὸ δὲ Πνεῦμα· καὶ ὅτι ὁ μὲν Πατὴρ γεννήτωρ καὶ προβολεὺς, γεννήτωρ μὲν τοῦ Υἱοῦ, προβολεὺς δὲ τοῦ Πνεύματος· ὁ δὲ Υἱὸς γέννημα, τὸ δὲ Πνεῦμα πρόβλημα. Καὶ ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητὸς διὰ δύο νν, τὸ δὲ Πνεῦμα ἐκπορευτόν. Καὶ ὁ μὲν Πατὴρ αἴτιος, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα αἰτιατά. Καὶ ὁ μὲν Πατὴρ προβολεὺς, ὁ δὲ Υἱὸς Υἱὸς μόνον, καὶ τὸ Πνεῦμα ἐκπορευόμενον· οὐ γὰρ ἐξίστανται τῶν ἰδιοτήτων, οὔτε ὁ Πατὴρ τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς, οὔτε τὸ Πνεῦμα τοῦ εἶναι Πνεῦμα, ἀλλ' ἡ μὲν οὐσία κοινὴ, μία τῶν τριῶν ἡ θεότης, ὡσπεροῦν φῶτα τρία ἀλλήλοις ἑνούμενα καὶ οὐ συγχεόμενα. Ταῦτα μὲν ἱκανὰ εἰδέναι περὶ τὴν θεολογίαν. Τέλος καὶ τῷ Θεῷ χάρις.