Ancient Greek
137.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 137.2
Unproofread scanNot analysed yet
7. Ὀρᾷς τί ποιεῖ ἡ νηστεία, καὶ νόσους θεραπεύει, καὶ ρέσματα [σωματικὰ ἐξαιρᾷ, καὶ δαιμῶνας ἐκβάλλει, καὶ λογισμοὺς πονηροὺς ἀποδιώκει, καὶ τὸν νοῦν λαμπρότερον ποιεῖ, καὶ καρδίαν καθαρὰν, καὶ σῶμα ἁγιασμένον, καὶ τῷ θρόνῳ τοῦ Θεοῦ παρίστησι τὸν ἄνθρωπον. Καὶ ἵνα μὴ νομίζῃς ὅτι ταῦτα ἀπλῶς λέγονται, ἔχεις μαρτυρίαν (97) ἐν τοῖς B Εὐαγγελίοις παρὰ τοῦ Σωτῆρος εἰρημένην · «Ἠρώτῃσαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες · Κύριε, διέτιοὶ ἡμῖν ποὺ τρόπῳ (98) τὰ ἀκάθαρτα πνεύματα φυγαδεύονται. »Εἶπε δὲ ὁ Κύριος · «Τοῦτο τὸ γένος οὐκ ἐκβάλλεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείαις. »Πᾶς οὖν ὑπὸ πνεύματος ἀκαθάρτου ὀχλούμενος, ἐὰν νοήσῃ, καὶ χρήσεται τῷ φαρμάχῳ τούτῳ, λέγω δὴ τῇ νηστείᾳ, εὐθὺς τὸ πνεῦμα τὸ πονηρὸν στενοχωρούμενον ἀναχωρεῖ, φοβούμενον τὴν νηστείαν. Πάνυ γὰρ τέρπονται οἱ δαίμονες τῇ κραταιλῇ, καὶ τῇ μέθῃ (99), καὶ τῇ ἀναπαύσει τοῦ σώματος. Μεγάλη δύναμις νηστεία, καὶ μεγάλα κατορθώματα γίνεται δι’ αὐτῆς. Ἐπεὶ πῶθεν καὶ οἱ ἄνθρωποι μεγάλας δυνάμεις ἐπιτελοῦσι, καὶ σημεῖα δι’ αὐτῶν γίνεται, καὶ ἰάματα τοῖς κάμνουσι δι’ αὐτῶν δωρεῖται ὁ Θεός, εἰ μὴ πᾶν- C τείας ἀγαθῆς ; νηστεία γὰρ ἀγγέλων βίος ἐστὶ, καὶ ὁ χρώμενος αὐτῇ ἀγγελικὴν τάξιν ἔχει. Καὶ μὴ νομίσῃς, ἀγαπητέ, ὅτι οὕτως ἀπλῶς ἐστὶν ἡ νηστεία · οὐ γὰρ ὁ νηστεύων ἀπὸ βρωμάτων μόνον (1), ἐκεῖνος κατώρθωσεν· ἀλλ’ ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τοῦτο λογίζεται ἡ νηστεία. Ἐὰν γὰρ νηστεύσῃς, καὶ μὴ τηρήσῃς τὸ στόμα σου λαλῆσαι λόγον πονηρόν, ἡ ὀχολίαν, ἡ ψεύδος, ἡ ἐπιορχίαν, ἡ καταλαλῆσῃς κατὰ τοῦ πλησίου σου, ἐὰν ταῦτα ἐξέλθῃ ἐκ τοῦ στόματος τοῦ νηστεύοντος, οὐδὲν ὠφελήσεν· ἀλλὰ καὶ ὅλον τὸν κόπον αὐτοῦ ἀπώλεσε. Σὺ οὖν, δοῦλὴ τοῦ Χριστοῦ, καὶ πάντες, ὅσοι θέλουσι σωθῆναι, ἐὰν νηστεύσῃς, ἁγνίσον σεαυτὴν ἀπὸ πάσης φιλαργυρίας· ὅτι ὁ ἀγαπῶν ἀργύριον οὐ δύναται τὸν Θεὸν ἀγαπᾶν. «Ῥίζα γὰρ πάντων D τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία. »