Ancient Greek
140.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 140.2
Unproofread scanNot analysed yet
13. Καὶ ὅταν καθέσῃς ἐπὶ τῆς τραπεζῆς, καὶ ἐρχῃ κλάσαι τὸν ἄρτον, σφραγίσασα αὐτὸν τρίτον τὸ σημεῖον τοῦ σταυροῦ, οὕτως εὐχαριστοῦσα λέγε· Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ (21) τῆς ἁγίας ἀναστάσεώς σου· διὰ γὰρ Ἰησοῦ τοῦ Παίδός σου ἐγνώρισας ἡμῖν αὐτήν· καὶ καθὼς ὁ ἄρτος οὗτος διασκορπισμένος ὑπῆρχεν ἐπ' ἐπάνω ταύτης τῆς τραπεζῆς (22), καὶ συναχθεὶς ἐγένετο ἐν · οὕτως ἐπισυναχθήτω σοι ἡ Ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν βασιλείαν σου, ὅτι σοῦ ἐστὶν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν (23). Καὶ ταύτην μὲν τὴν εὐχὴν (24) ἐν τῷ κλῆν τὸν ἄρτον, καὶ θέλειν ἐσθίειν, ὀφείλες λέγειν ·