Ancient Greek
141.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 141.2
Unproofread scanNot analysed yet
Ἀ ἐν δὲ τῷ θεῖναι τοῦτον ἐν τῇ τραπέζῃ, καὶ καθιστῆ-ναι βούλεσθαι. τῷ, «Πάτερ ἡμῶν, »λέγε ὀλιχρόν· τὴν δὲ προεγγραμμένην εὐχήν, τῷ, «Εὐλογητὸς ὁ Θεός, »ἀριστησάντες καὶ ἐγεῖρμένοι ἐκ τῆς τρα-πέζης λέγομεν. Ἐὰν δὲ συμπαρῷσι μετὰ σοῦ δύο παρθένοι ἢ τρεῖς, εὐχαριστεῖτωσαν ἐπὶ τὸν προκει-μένον ἄρτον, καὶ συνευξήσθωσαν. Ἐὰν δὲ εὐρεθῇ κατῃσχυμένη ἐν τῇ τραπέζῃ, μὴ συνευξήσθω μετὰ τῶν πιστῶν, οὐδὲ μὴ καθίσῃς (25) φαγεῖν τὸν ψω-μὸν σου μετ’ αὐτῆς, οὐδὲ πάλιν καθίσῃς φαγεῖν τὸν ψωμὸν σου μετὰ γυναικῶν ἀμελεστέρων καὶ γε-λοιαστριῶν ἄνευ ἀνάγκης· σὺ γὰρ ἅγια εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὸ βρῶμά σου καὶ τὸ πόμα σου ἁγια-σμένον ἐστί· διὰ γὰρ τῶν προσευχῶν καὶ τῶν ἁγίων ῥημάτων ἁγιαζεται (26). Παρθένοι εὐλαβεῖς καὶ θεο-σεβεῖς συμφαγῶνται σοι· οὐ συνδειπνήσεις μετὰ γυναικῶν ὑπερφανῶν, οὐδ’ οὐ μὴ κτῆσῃ φίλην γυναῖκα ἀλαζόνα. λέγει γὰρ ἡ θεία Γραφή· «Ὁ ἀπτό-μενος πίσης μολυνθήσεται, καὶ ὁ κοινωνοῦν ὑπερ-ηφάνῳ ὁμοιωθήσεται αὐτῷ. »Καθεζομένη πλουσία μετὰ σοῦ ἐπὶ τῆς τραπέζης, ἐὰν ἴδῃς γυναῖκα πενιχράν, καλέσεις αὐτὴν εἰς τὸ φαγεῖν, καὶ οὐκ αἰ-σχυνθήσῃ εἰς τὴν πλουσίαν. Μὴ ἀγαπήσῃς τὴν δόξαν τῶν ἀνθρώπων ὑπὲρ τὴν δόξαν (27) τοῦ Θεοῦ· ὁ γὰρ Θεὸς τῶν πτωχῶν καὶ τῶν ξεουδενωμένων ἐστι.