Ancient Greek
145.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 145.2
Unproofread scanNot analysed yet
20. Μεσονυκτίων ἐγερθήση, καὶ ὑμνήσεις Κύριον τὸν Θεόν σου. Ἐν αὐτῇ γὰρ τῇ ὥρᾳ ἀνέστη ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν, καὶ ὑμνῆσε τὸν Πατέρα· διὰ τοῦτο αὐτῇ τῇ ὥρᾳ προσετάγῃ ἡμῖν ὑμνεῖν τὸν Θεόν. Ἀνιστάμενὲ δὲ πρώτων τούτων τὸν στίχον εἴπ᾽· «Μεσονυκτίων ἐξήγειρόμην τοῦ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· »καὶ εὐξαι, καὶ ἀρξαι λέγειν τὸν πεντηκοστὸν ὅλον ψαλμὸν, ἕως ἂν τελήσῃς. Καὶ ταῦτα ἔστωσάν σοι καθ᾽ ἑκάστην ἡμέραν τεταγμένα. Τοσούτους δὲ ψαλμοὺς εἴπ᾽, ὅσους δυνῃ στῆκονσα εἰπεῖν· καὶ κατὰ ψαλμὸν εὐχὴ καὶ γονυκλισία ἐπιτελεῖσθω, μετὰ δακρύων ἐξαγορευούσα τῷ Κυρίῳ τὰς ἁμαρτίας σου, καὶ ἀξιοῦσα ἵνα ἀφεθῶσί σοι. Μετὰ δὲ τρεῖς ψαλμοὺς λέγε τῷ, Ἀλληλούια. Ἐὰν δὲ καὶ παρθένοι εἰσὶ μετὰ σοῦ, καὶ αὐταὶ ψαλλέτωσαν, καὶ μία παρὰ μίαν τὴν εὐχὴν ἐπιτελεῖτε. Πρὸς ὄρθρον δὲ τὸν ψαλμὸν τούτων λέγετε· «Ὁ Θεὸς ὁ Θεὸς μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου· »διάφαυμα δὲ· «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς (50) εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, »καὶ τὰ ἔξης.