Ancient Greek
146.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 146.2
Unproofread scanNot analysed yet
22. Οὐ μὴ λυπηθῇση χαλεποῦ τινος συμβαίνοντός σου, οὔτε ἐπὶ ζημίᾳ λυπηθῆση (54), οὔτε ἐπὶ ὑβρεῖ :Ἡ λύπη γὰρ τοῦ κόρμου τούτου θάνατον κατεργάζεται. Ὑπὲρ τῶν ἁμαρτιῶν σου μόνον λυπηθῆση, ὑπὲρ ἄλλου δὲ πράγματος μικροῦ οὐ λυπηθῆση. Μὴ ὑψώσης τὴν φωνὴν σου ὀργιζομένη πρὸς τινα · δουλὴν γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι. Οὐχ ἐξελεύσεται κατάρα ἐκ τοῦ στόματός σου, οὐχ ὑβρις, οὐ κακολογία. Τὸ στόμα σου γὰρ ἡγιασμένον ἐστὶν ἐν τοῖς ὕμνοις καὶ δοξολογίαις τοῦ Θεοῦ. Οὐχ ἐστὶ καλὸν τὸ προφέρεσθαι ἐς χωρὶς μεγάλης ἀνάγκης. Τὴν ἡσυχίαν ἀγάπα ὅσον δύνασαι. Τῶν δούλων τοῦ Θεοῦ μὴ ἐπιλίθη, μηδὲ ἀπαλειφθῶσιν ἐκ τῆς καρδίας σου. Ἐὰν ἄγιος ἔλθῃ εἰς τὴν οἰκίαν σου, οὕτως αὐτὸν πρόσδεξαι, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ · λέγει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός :Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται. . Ἐὰν εἰσέλθῃ ἀνὴρ δικαῖος εἰς τὸν οἶκόν σου, μετὰ φόβου καὶ τρόμου ἀπαντήσεις αὐτῷ, καὶ προσκυνήσεις ἐνώπιον τῶν ποδῶν αὐτοῦ ἐπὶ τὴν γῆν. Οὐ γὰρ αὐτὸν προσκυνήσεις, ἀλλὰ τὸν Θεὸν τὸν ἀποστείλαντα αὐτόν. Λήψῃ δὲ ὕδωρ, καὶ νίψεις τοὺς πόδας αὐτοῦ, καὶ μετὰ πάσης εὐλαβείας ἀκούσεις τῶν λόγων αὐτοῦ. Οὐ μὴ θαρρήσης ἐπὶ τῇ σωφροσύνῃ σου. ἵνα μὴ πέσῃς · ἀλλὰ φοβοῦ · ἐφ’ ὅσον γὰρ φοβῇ, οὐδέποτε πίπτεις. Συμφέρει τῇ ἐγκρατευομένῃ καταμόνας τὸν ἑαυτῆς ἄρτον ἐσθίειν. Ἐὰν καθίσῃς μετὰ παρθένων ἐπὶ τραπέζης, πᾶν τὸ παραθέμενον ἐσθίε μετ’ αὐτῶν. Ἐὰν γὰρ μὴ φάγης, ἐσρίσκη ὡς κατακρινούσα αὐτάς. Οὐχ ἀναγγελεῖς τὴν ἀσκησίν σου. Ἐὰν δὲ καὶ οἶνον πίνουσι, καὶ οὐ πί-