Ancient Greek
148.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 148.2
Unproofread scanNot analysed yet
25. Ταῦτα ἔγραψά σοι, ἀγαπητὴ ἀδελφὴ, χορεύτρια Χριστοῦ, πρὸς στήριγμὸν καὶ ὠφέλειαν τῆς ψυχῆς σου. Μὴ ἐκκλίνης οὖν ἀπὸ τῶν λόγων τούτων δεξιὰ ἢ ἀριστερά. Ὅς γὰρ ἐὰν ἀκούσῃ τοὺς λόγους τούτους, καὶ καταφρονήσῃ, κρίμα μέγα αὐτῷ ἐστι. Σὺ δέ, τιμιωτάτη ἀδελφὴ ἢ κτιομένη τὸ βιβλίον τοῦτο (62), δῶν σοι ὁ Θεὸς ταῦτα φυλάττειν, ἐν τούτοις ἀναστρέφεσθαι, περιποιεῖσθαι τὴν διάνοιαν, καθαρὸν τὸν νοῦν, περιποιεῖσθαι τοὺς ὀφθαλμοὺς τῆς διανοίας, ἵνα λάβῃς τὸν ἀμάραντον στέφανον, ὃν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ψ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.