Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Afros 1.4
Not analysed yet
οἱ γὰρ τὴν κατ’ αὐτῆς σύνοδον γενομένην παραιτούμενοι –ἔστι δὲ ἡ ἐν Νικαίᾳ γενομένη –τί ἕτερον βούλονται ἢ τὰ Ἀρείου κρατεῖν; τίνος οὖν ἄξιοι οἱ τοιοῦτοι ἢ Ἀρειανοὶ μὲν καλεῖσθαι, τῆς δὲ αὐτῆς ἐπιτιμίας ἐκείνοις μετασχεῖν; οἳ μήτε τὸν θεὸν ἐφοβήθησαν λέγοντα· μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω μήτε τοὺς πατέρας ᾐδέσθησαν παραγγείλαντας ἀνάθεμα εἶναι τοὺς τὰ ἐναντία φρονοῦντας τῆς ὁμολογίας αὐτῶν.