Ancient Greek
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Afros 1.3
Not analysed yet
ἱκανὰ μὲν οὖν τὰ ἐν τῇ Νικαίᾳ ὁμολογηθέντα καὶ αὐτάρκη, καθὰ προείπομεν, πρός τε ἀνατροπὴν πάσης ἀσεβοῦς αἱρέσεως καὶ πρὸς ἀσφάλειαν καὶ ὠφέλειαν τῆς ἐκκλησιαστικῆς διδασκαλίας. ἐπειδὴ δὲ ἠκούσαμεν, ὅτι τινὲς βουλόμενοι μάχεσθαι πρὸς αὐτὴν ὀνομάζειν ἐπιχειροῦσι σύνοδόν τινα ὡς ἐν Ἀριμήνῳ γενομένην καὶ φιλονεικοῦσι ταύτην μᾶλλον ἢ ἐκείνην κρατεῖν, ἀναγκαῖον ἡγησάμεθα γράψαι καὶ ὑπομνῆσαι ὑμᾶς, ἵνα μὴ ἀνέχησθε τῶν τοιούτων· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ πάλιν τῆς ἀρειανῆς αἱρέσεως παραφυάς.