Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 11
Athanasius Alexandrinus, Epistula ad Afros 11.2
Not analysed yet
δῆλον γὰρ καὶ παρ’ ὑμῖν καὶ παρὰ πᾶσι καθέστηκε καὶ οὐδεὶς ἂν Χριστιανῶν ἀμφίβολον εἰς τοῦτο σχοίη τὴν διάνοιαν, ὡς οὐκ ἔστιν ἡμῶν ἡ πίστις εἰς τὴν κτίσιν, ἀλλ’ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ εἰς ἓν πνεῦμα ἅγιον· ἕνα θεὸν τὸν ἐν τῇ ἁγίᾳ καὶ τελείᾳ τριάδι γινωσκόμενον, εἰς ἣν καὶ βαπτιζόμενοι καὶ ἐν ταύτῃ συναπτόμενοι τῇ θεότητι πιστεύομεν καὶ κληρονομῆσαι βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐρρῶσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι.