Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 11
Athanasius Alexandrinus, Epistula ad Afros 11.1
Not analysed yet
Αὕτη γὰρ ἡ ἐν Νικαίᾳ σύνοδος ἀληθῶς στηλογραφία κατὰ πάσης αἱρέσεώς ἐστιν. αὕτη καὶ τοὺς βλασφημοῦντας εἰς τὸ πνεῦμα τὸ ἅγιον καὶ λέγοντας αὐτὸ κτίσμα ἀνατρέπει. εἰρηκότες γὰρ οἱ πατέρες περὶ τῆς εἰς τὸν υἱὸν πίστεως ἐπήγαγον εὐθύς· πιστεύομεν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἵνα τελείαν καὶ πλήρη τὴν εἰς τὴν ἁγίαν τριάδα πίστιν ὁμολογήσαντες τὸν χαρακτῆρα τῆς ἐν Χριστῷ πίστεως καὶ τὴν διδασκαλίαν τῆς καθολικῆς ἐκκλησίας ἐν τούτῳ γνωρίσωσι.