Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 2
Athanasius Alexandrinus, Epistula ad Afros 2.3
Not analysed yet
ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι καθ’ ἑκάστην μεταβαλλόμενοι καὶ τὰ μὲν ἀπὸ τῶν πρωτῶν ἀφαιροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες ἐξαλείφοντες βιαζόμενοι οὐκ εἰδότες, ὅτι πᾶσα μὲν φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος ἐκριζωθήσεται ,τὸ δὲ ῥῆμα τοῦ κυρίου τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον μένει εἰς τὸν αἰῶνα .