Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 2
Athanasius Alexandrinus, Epistula ad Afros 2.4
Not analysed yet
ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις συμβάλοι, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσίν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους. ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετὰ ταύτην τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναί τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονεικίαν ἐκ βίας συγκροτηθείσας.