Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 3
Athanasius Alexandrinus, Epistula ad Afros 3.2
Not analysed yet
πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν· ὡς γὰρ ἐκεῖνοι καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν –γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ –,οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον ὤρυξαν ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ παρ’ αὐτοῖς ὡς δράγμα μὴ ἔχων ἰσχὺν ἐφάνησαν.