Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 3
Athanasius Alexandrinus, Epistula ad Afros 3.1
Not analysed yet
Τούτων δὲ οὕτω δεικνυμένων τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμηνον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα προκρίναντας; τίς δὲ τούτοις συνελθεῖν ἐθελήσει τοῖς ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπομεν, συνόδοις ἄλλοτε ἄλλα γράφοντες δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι.