Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Afros 4.2
Not analysed yet
καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον καὶ τὰς παρ’ ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τῶν δὲ τὴν ἀλογίαν. οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν θεόν.