Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Afros 4.3
Not analysed yet
ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοί, ὡς οἱ μὲν ἐν Νικαίᾳ τῶν γραφῶν πνέουσι λέγοντος αὐτοῦ τοῦ θεοῦ ἐν μὲν τῇ ἐξόδῳ· ἐγώ εἰμι ὁ ὤν ,διὰ δὲ τοῦ Ἱερεμίου· τίς ἔστη ἐν ὑποστήματι αὐτοῦ καὶ εἶδε τὸν λόγον αὐτοῦ; καὶ μετ’ ὀλίγον· καὶ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ ἤκουσαν τῶν λόγων μου . ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων· καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως . ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει. τοῦτο νοῶν καὶ ὁ Παῦλος ἔγραψεν Ἑβραίοις· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.