Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 5
Athanasius Alexandrinus, Epistula ad Afros 5.2
Not analysed yet
καὶ αὐτὸ δὲ τὸ ἐν Νικαίᾳ γεγραμμένον ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, οὗ χάριν προσποιοῦνται μάχεσθαι πρὸς τὴν σύνοδον καὶ περιβομβοῦσιν ὡς κώνωπες πανταχοῦ περὶ τῆς λέξεως ἢ ὡς ἀγνοοῦντες προσκόπτουσιν εἰς αὐτὸ ὡς οἱ προσκόπτοντες εἰς τὸν τεθέντα λίθον ἐν Σιὼν προσκόμματος ἢ γινώσκουσι μέν, διὰ τοῦτο δὲ μάχονται καὶ συνεχῶς γογγύζουσιν, ὅτι κατὰ τῆς αἱρέσεώς ἐστιν αὐτῶν ἀληθῶς αὕτη καὶ ἀκριβῶς ἀπόφασις.